TLG 1219 003 :: BATO :: Fragmenta

BATO Hist. Rhet.
(Sinopensis: 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 348–350.

frr. 1–7

Citation: Fragment — (line)

t1-2

ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΦΕΣῼ ΤΥΡΑΝΝΩΝ.

1

Athenaeus VII: Τοὺς γοῦν θεραπευομένους ὑπ’ αὐτοῦ τὰς ἱερὰς καλουμένας νό‐ σους, συγγράφεσθαι ἠνάγκαζεν, ὅτι ὑπακούσονται αὐτῷ
5δοῦλοι περισωθέντες. Καὶ ἠκολούθουν ὁ μέν τις Ἡρα‐ κλέους σκευὴν ἔχων, καὶ καλούμενος Ἡρακλῆς (Νι‐ κόστρατος δ’ ἦν οὗτος, ὁ Ἀργεῖος, ἱερὰν νόσον θερα‐ πευθείς. Μνημονεύει δ’ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ, λέγων ὧδε·
10 Οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεὸς, Νικόστρατος δ’ ἁργεῖος, ἕτερος Ἡρακλῆς)· ἄλλος δέ τις, ὡς Ἑρμῆς, χλαμύδ’ ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοις πτερά· ὡς ὁ Ζελείτης Νικαγόρας, ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς
15Περὶ τῶν ἐν Ἐφέσῳ τυράννων.

2

Suidas: Πυθαγόρας Ἐφέσιος, καταλύσας δι’ ἐπι‐ βουλῆς τὴν τῶν Βασιλειδῶν καλουμένην ἀρχὴν, ἀνε‐ φάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν
5αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐ‐ τοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνά‐ μει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. Καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε, καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε
10γὰρ εἰς ταῦτα ἔρως τις χρημάτων ἄμετρος· καὶ διαβο‐ λαῖς ταῖς εἰς τοὺς πλουσίους ἐκριπισθῆναι κουφότατος ἦν. Ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώ‐ πων ἀπολέσαι αὐτόν· ἤδη δὲ καὶ τοῦ θείου κατεφρό‐ νει. Τῶν γοῦν προειρημένων, οἷς ἐπέθετο, παμπόλλους
15ἐν τοῖς ναοῖς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυ‐ γοῦσαν εἰς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησεν, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχω‐ σεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. Οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τρο‐
20φῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ εἰς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. Ἡ δὲ ἔφη, νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς.
Ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων.348

t3

(ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΥΡΑΚΟΥΣΑΙΣ ΤΥ‐ ΡΑΝΝΩΝ.) Περὶ τῆς Ἱερωνύμου τυραννίδος.

3

Athenaeus VI: Ἱερωνύμου δὲ, τοῦ Συ‐ ρακοσίων τυράννου, Θράσονα, τὸν Κάρχαρον ἐπικα‐ λούμενον, Βάτων ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ Περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσ‐
5φέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. Τοῦτον δ’ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ, Ὦσις ὄνομα· καὶ αὐτὸν δὲ τὸν Ἱερώνυ‐ μον ἀνέπεισε διάδημά τε ἀναλαβεῖν, καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν, ἣν ἐφόρει Διονύσιος
10ὁ τύραννος.

t4

ΠΕΡΙ ΘΕΣΣΑΛΙΑΣ ΚΑΙ ΑΙΜΟΝΙΑΣ.

4

Athenaeus, XIV: Βάτων δ’ ὁ Σινωπεὺς, ὁ ῥήτωρ, ἐν τῷ Περὶ Θεσσαλίας καὶ Αἱμονίας σαφῶς ἐμφανίζει τὴν τῶν Σατουρναλίων ἑορτὴν Ἑλληνικωτά‐ την, φάσκων αὐτὴν παρὰ τοῖς Θεσσαλοῖς Πελώρια κα‐
5λεῖσθαι, γράφων οὕτως· «Θυσίας κοινῆς τοῖς Πελα‐ σγοῖς γινομένης ἀναγγεῖλαί τινα τῷ Πελασγῷ ἄνδρα, ᾧ ὄνομα ἦν Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν μεγάλων γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα, καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης
10ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν ἅπασαν γεγυμνῶσθαι, καὶ ἀναξηραινομένων τῶν ὑδάτων, πεδία θαυμαστὰ τῷ με‐ γέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. Ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην
15τῷ Πελώρῳ παραθεῖναι. Καὶ τοὺς ἄλλους δὲ φιλο‐ φρονουμένους ἕκαστον φέρειν ὅ τι ἔχοι παρ’ αὑτῷ βέλτιστον, καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγ‐ γείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν, καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, κα‐
20θότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτε. Διόπερ φασὶν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς, θύοντας Διὶ Πελώρῳ, τραπέζας τε λαμπρῶς κοσμοῦν‐
τας προτιθέναι, καὶ οὕτως φιλάνθρωπον τὴν πανήγυριν συντελεῖν, ὥστε καὶ τοὺς ξένους ἅπαντας ἐπὶ τὴν θοίνην349
25παραλαμβάνειν, καὶ τοὺς δεσμώτας λύειν, καὶ τοὺς οἰκέτας κατακλίναντας μετὰ πάσης παρρησίας ἑστιᾶν, διακονούντων αὐτοῖς τῶν δεσποτῶν· καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὺς μεγίστην ἑορτὴν ἄγοντας προσ‐ αγορεύειν Πελωρίαν.»

t5-6

ΑΤΤΙΚΑΙ ΙΣΤΟΡΙΑΙ.

5

(t)

E LIBRO SECUNDO.
1 Schol. Pindar. Isthm. III (IV), 104: Βάτος δὲ ἐν δευτέρῳ Ἀττικῶν ἱστοριῶν Πολύδωρον, Ἀνίκητον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, Χερσίβιον.

6

Plutarch. Agid. c. 15: Ὁ δὲ Σινωπεὺς Βάτων αὐτὸν οὐκ ἐθέλειν μάχεσθαί φησι Ἆγιν Ἀράτου κελεύοντος, οὐκ ἐντετυχηκὼς οἷς Ἄρα‐
5τος γέγραφε περὶ τούτων ἀπολογιζόμενος.

t7

ΠΕΡΙ ΙΩΝΟΣ ΤΟΥ ΠΟΙΗΤΟΥ.

7

Athenaeus X: Βάτων δ’ ὁ Σινωπεὺς ἐν τοῖς Περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. Καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλε‐ γείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας,
5Τελέου δὲ θυγατρός. ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον
ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις.350